Cat Bites
“For the bites of lions, leopards and bears.
“Their bites are terrible as are the ones of those like them. Because these animals, ferocious and hooked-clawed as they are, entwine their piercing claws when they attack, bodies end up ripped to pieces. With relentless gnawing, they not only tear the flesh apart, but sometimes even shatter the bones, which also sever the adjacent nerves. Clearly, then, the parts of the body that encounter such great misfortunes are susceptible to the dangers of gangrene—for even the parts that remain attached suffer sepsis and bring on wide-spread ulceration.
“Therefore, wash out these kinds of wounds with vinegar. Remove and extract the bits of body and bone that have come off while washing. Then one must use plasters. And following the suppuration of the parts of the body that have been torn apart, provide follow-up treatment with sterilizing gauze and promote scaring (as with ordinary wounds). The plasters suitable for this are those catalogued under Prepared with salt and the like, whichever ones are the same.”
Πρὸς τὰ τῶν Λεόντων δήγματα καὶ Παρδάλεων καὶ Ἄρκτων
Δεινὰ δὲ καὶ τούτων καὶ τῶν τούτοις παραπλησίων τὰ δήγματα· ὅτι ἄλκιμα ὄντα ταῦτα τὰ ζῶα καὶ γαμψώνυχα συμπλέκεται, ὅπου δ' ἂν ἅψηται, καταπείροντα τοὺς ὄνυχας, διασπαράττει τὰ σώματα· τῇ δὲ ἐπιμονῇ τῆς μασήσεως οὐ μόνον τὰς σάρκας διασπαράττει ἀλλὰ καὶ τὰ ὀστᾶ ἐνίοτε κατάγνυσιν, ὑφ' ὧν καὶ τὰ παρακείμενα νύσσεται νεῦρα· εὔδηλον οὖν ὡς τὰ ταῖς τοιαύταις καὶ τοσαύταις συμφοραῖς περιπεσόντα σώματα οὐκ ἐκφεύγει τὸν τῆς ἀλλοτριώσεως κίνδυνον· καὶ γὰρ μένοντα σῆψιν ἀναδέχεται καὶ νομὰς ἐπιφέρει.
Ὄξει δ' οὖν καὶ τὰ τοιαῦτα τῶν τραυμάτων ἐκπλύνοντες καὶ περιελόντες καὶ κομισάμενοι τὰ ἀποπλυνόμενα σώματα καὶ τὰ ὀστᾶ, ἐμπλάστροις χρὴ παραλαβεῖν· καὶ μετὰ τὴν διαπύησιν τῶν σπαραχθέντων σωμάτων, τοῖς ἀνακαθαίρουσιν ἐμμότοις ἀποθεραπεύειν καὶ εἰς οὐλὴν ἄγειν, ὡς τὰ κοινὰ ἕλκη. Ἔμπλαστροι δὲ καὶ τούτοις ἁρμόδιοι, αἱ δι' ἁλῶν ἐπιγεγραμμέναι καὶ αἱ παραπλήσιοι, οἵα ἐστὶν αὕτη.